Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
  2. οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
  3. μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
  4. τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
  5. αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
  6. ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
  7. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  8. βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  9. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  10. Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
  11. λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.