Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·
- ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων
- ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
- καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος
- κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.
- ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα
- ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
- ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.
- τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι
- δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
- δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
- αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
- οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
- οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
- νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
- ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
- πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
- Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
- εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
- ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
- πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.
- ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
- Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
- οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
- ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
- ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
- αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
- νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
- σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
- ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
- τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
- χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
- ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,
- ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,
- οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
- πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
- νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι
- ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·
- ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
- ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
- τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·
- ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,