Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
  2. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  3. βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  4. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  5. αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
  6. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  7. ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
  8. μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
  9. ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
  10. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
  11. ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,