Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
  2. ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
  3. δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
  4. τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
  5. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
  6. ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
  7. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  8. βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  9. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  10. αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
  11. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  12. ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
  13. μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
  14. ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
  15. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
  16. ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
  17. Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
  18. Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
  19. οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
  20. μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
  21. τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
  22. αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
  23. ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
  24. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  25. βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  26. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  27. Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
  28. λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
  29. Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
  30. ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.
  31. τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
  32. μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
  33. ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,
  34. Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·
  35. Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
  36. βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·
  37. ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν
  38. εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν
  39. μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  40. τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας
  41. ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.
  42. ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς
  43. οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
  44. Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα
  45. δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·