Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·
- καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
- οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
- τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
- ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
- δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
- τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
- ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
- τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
- βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
- ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
- αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
- τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
- ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
- μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
- ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
- ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
- Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
- Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
- οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
- μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
- τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
- αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
- ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
- τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
- βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
- ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
- Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
- λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
- Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
- ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.