Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
  2. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
  3. ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·
  4. καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
  5. οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
  6. τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
  7. ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
  8. δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
  9. τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
  10. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
  11. ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
  12. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  13. βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  14. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  15. αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
  16. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  17. ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
  18. μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
  19. ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
  20. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
  21. ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
  22. Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
  23. Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
  24. οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
  25. μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
  26. τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
  27. αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
  28. ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
  29. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  30. βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  31. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  32. Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
  33. λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
  34. Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
  35. ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.
  36. τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
  37. μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
  38. ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,
  39. Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·
  40. Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
  41. βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·
  42. ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν
  43. εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν
  44. μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  45. τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας
  46. ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.
  47. ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς
  48. οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
  49. Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα
  50. δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·
  51. ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
  52. δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν
  53. ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.
  54. οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·
  55. τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
  56. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.
  57. οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,
  58. ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·
  59. ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
  60. οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ
  61. γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·
  62. ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
  63. τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
  64. κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.
  65. Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
  66. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  67. γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  68. οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
  69. εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους
  70. παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
  71. ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·
  72. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
  73. αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
  74. κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·
  75. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  76. εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,
  77. πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
  78. τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
  79. σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·
  80. τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
  81. ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
  82. κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
  83. κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.
  84. φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
  85. Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
  86. Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
  87. ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
  88. ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
  89. ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
  90. ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
  91. Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
  92. ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
  93. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  94. γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
  95. ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
  96. μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
  97. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
  98. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  99. γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  100. αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
  101. πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
  102. αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
  103. παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
  104. ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
  105. καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,
  106. ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
  107. πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
  108. ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
  109. ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
  110. αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
  111. ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
  112. καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
  113. οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,