Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
  2. Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
  3. Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·
  4. οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,
  5. ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·
  6. τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
  7. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
  8. ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·
  9. καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,