Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
  2. μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
  3. Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
  4. Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·
  5. οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,
  6. ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·
  7. τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
  8. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
  9. ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·
  10. καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
  11. οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
  12. τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
  13. ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
  14. δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
  15. τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
  16. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
  17. ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
  18. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  19. βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  20. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  21. αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
  22. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  23. ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
  24. μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
  25. ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
  26. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
  27. ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
  28. Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
  29. Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
  30. οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
  31. μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
  32. τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
  33. αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
  34. ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
  35. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  36. βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  37. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  38. Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
  39. λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
  40. Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
  41. ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.
  42. τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
  43. μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
  44. ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,
  45. Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·
  46. Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
  47. βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·
  48. ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν
  49. εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν
  50. μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  51. τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας
  52. ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.
  53. ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς
  54. οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
  55. Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα
  56. δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·
  57. ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
  58. δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν
  59. ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.
  60. οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·
  61. τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
  62. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.
  63. οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,
  64. ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·
  65. ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
  66. οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ
  67. γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·
  68. ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
  69. τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
  70. κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.
  71. Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
  72. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  73. γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  74. οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
  75. εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους
  76. παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
  77. ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·
  78. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
  79. αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
  80. κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·
  81. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  82. εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,
  83. πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
  84. τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
  85. σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·
  86. τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
  87. ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
  88. κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
  89. κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.
  90. φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
  91. Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
  92. Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
  93. ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
  94. ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
  95. ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
  96. ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
  97. Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
  98. ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
  99. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  100. γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
  101. ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
  102. μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
  103. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
  104. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  105. γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  106. αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
  107. πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
  108. αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
  109. παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
  110. ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
  111. καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,
  112. ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
  113. πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
  114. ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
  115. ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
  116. αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
  117. ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
  118. καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
  119. οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
  120. εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
  121. ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
  122. ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
  123. πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
  124. ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
  125. αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.
  126. Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,
  127. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  128. ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ
  129. μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
  130. ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
  131. κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
  132. τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  133. θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
  134. ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
  135. ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
  136. ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
  137. ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
  138. ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
  139. ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
  140. ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
  141. πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
  142. πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν
  143. ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
  144. τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
  145. πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες
  146. κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
  147. δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
  148. κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
  149. τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
  150. ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
  151. δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·
  152. Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
  153. ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.
  154. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  155. κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·
  156. δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν
  157. δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·
  158. ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
  159. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  160. ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
  161. βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.
  162. εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
  163. αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
  164. ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·
  165. πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν
  166. αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·
  167. ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
  168. ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
  169. ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·
  170. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
  171. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  172. ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·
  173. οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.
  174. τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·
  175. οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
  176. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
  177. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
  178. ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
  179. αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.
  180. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  181. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  182. πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
  183. δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
  184. εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
  185. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
  186. οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
  187. Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
  188. σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
  189. ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  190. εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
  191. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  192. μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν
  193. ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
  194. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  195. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  196. αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  197. εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
  198. ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·
  199. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  200. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
  201. αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
  202. δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
  203. μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
  204. θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων
  205. ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,
  206. τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.
  207. ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
  208. αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
  209. πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,
  210. κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,
  211. ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς
  212. αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.
  213. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  214. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
  215. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
  216. λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
  217. ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
  218. αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
  219. δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
  220. μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
  221. εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.
  222. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·
  223. μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
  224. τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν
  225. μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.
  226. ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
  227. κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
  228. ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
  229. ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
  230. ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,
  231. αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,
  232. ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
  233. δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
  234. ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
  235. ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·
  236. τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
  237. τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,
  238. χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
  239. οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
  240. εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·
  241. αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·
  242. οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,
  243. ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν
  244. ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·
  245. πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
  246. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  247. ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
  248. ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,
  249. μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
  250. ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.
  251. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  252. πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.
  253. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,
  254. ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς
  255. εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
  256. γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος
  257. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·
  258. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
  259. αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,
  260. καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους
  261. χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
  262. κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.
  1. γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,
  2. δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·
  3. γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.
  4. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
  5. ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι
  6. ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.
  7. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.
  8. μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον
  9. κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.
  10. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  11. μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
  12. ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,
  13. καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·
  14. οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
  15. τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
  16. ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις
  17. ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;
  18. οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
  19. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  20. ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
  21. εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
  22. ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,
  23. τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
  24. αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
  25. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  26. οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι
  27. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
  28. ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
  29. Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
  30. ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
  31. ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
  32. ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
  33. γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·
  34. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  35. εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,
  36. εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,
  37. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε
  38. μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.
  39. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  40. οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα
  41. κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων
  42. ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,
  43. πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
  44. Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
  45. εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν
  46. ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,
  47. κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.
  48. νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν
  49. ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,
  50. πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.
  51. ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον
  52. ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.
  53. νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·
  54. ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ
  55. καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον
  56. μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.
  57. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  58. μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.
  59. οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
  60. πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·
  61. ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,
  62. ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
  63. ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  64. οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
  65. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
  66. τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς
  67. ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.
  68. τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·
  69. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
  70. ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα
  71. οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.
  72. ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,
  73. οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
  74. τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ
  75. εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
  76. οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
  77. ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
  78. αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.
  79. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  80. μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
  81. δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.
  82. ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι
  83. ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.
  84. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ
  85. ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,
  86. ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
  87. ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
  88. ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,
  89. τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν
  90. ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
  91. ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
  92. ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·
  93. ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
  94. ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.
  95. Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  96. μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
  97. τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν
  98. ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;