Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
  2. ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
  3. ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.
  4. αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
  5. ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
  6. μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,