Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
  2. ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
  3. ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν
  4. Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
  5. ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
  6. ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
  7. ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.
  8. αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
  9. ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
  10. μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
  11. Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
  12. Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·
  13. οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,
  14. ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·
  15. τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
  16. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
  17. ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·
  18. καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
  19. οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
  20. τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
  21. ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
  22. δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
  23. τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
  24. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
  25. ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
  26. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  27. βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  28. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  29. αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
  30. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  31. ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
  32. μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
  33. ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
  34. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
  35. ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
  36. Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
  37. Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
  38. οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
  39. μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
  40. τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
  41. αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
  42. ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
  43. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  44. βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  45. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  46. Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
  47. λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
  48. Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
  49. ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.
  50. τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,