Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
  • πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
  • σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
  • πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,
  • ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
  • ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,