Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,
  2. τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας
  3. ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας
  4. οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
  5. ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
  6. νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·
  7. οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή
  8. οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,
  9. εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
  10. πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,