Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
  2. λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
  3. αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
  4. ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
  5. τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
  6. βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.