Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
  2. υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
  3. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  4. κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
  5. τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
  6. νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
  7. εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
  8. οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
  9. λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
  10. αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
  11. ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·