Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
  2. σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
  3. εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
  4. υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
  5. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  6. κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
  7. τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
  8. νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
  9. εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
  10. οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
  11. λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
  12. αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.