Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
  2. τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
  3. κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
  4. σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
  5. εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
  6. υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
  7. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  8. κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
  9. τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
  10. νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
  11. εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
  12. οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
  13. λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
  14. αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
  15. ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
  16. τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
  17. βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
  18. ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ
  19. τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
  20. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
  21. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.