Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,
  2. τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
  3. εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
  4. τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
  5. τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
  6. Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
  7. δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
  8. τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
  9. κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
  10. σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
  11. εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
  12. υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
  13. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  14. κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
  15. τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
  16. νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
  17. εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
  18. οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
  19. λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
  20. αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
  21. ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
  22. τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
  23. βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
  24. ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ
  25. τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
  26. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
  27. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
  28. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·
  29. Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο,
  30. ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.
  31. ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
  32. μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·
  33. πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·
  34. Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
  35. μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.
  36. ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·
  37. ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,
  38. ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς
  39. ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.
  40. αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,
  41. κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,
  42. τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας
  43. ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας
  44. οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
  45. ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
  46. νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·
  47. οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή
  48. οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,
  49. εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
  50. πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
  51. σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
  52. πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,
  53. ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
  54. ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
  55. ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν
  56. Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
  57. ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
  58. ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
  59. ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.
  60. αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
  61. ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
  62. μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
  63. Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
  64. Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·
  65. οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,
  66. ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·
  67. τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
  68. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
  69. ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·
  70. καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
  71. οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
  72. τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
  73. ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
  74. δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
  75. τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
  76. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
  77. ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
  78. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  79. βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  80. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  81. αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
  82. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  83. ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
  84. μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
  85. ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
  86. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
  87. ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
  88. Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
  89. Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
  90. οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
  91. μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
  92. τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.