Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
- ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,
- οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,
- αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,
- ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,
- ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
- ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ
- πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς
- σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.
- σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν
- ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,
- σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
- κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,
- ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
- βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
- ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,
- τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
- εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
- τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
- τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
- Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
- δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
- τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
- κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
- σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
- εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
- υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
- σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
- κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
- τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
- νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
- εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
- οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
- λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
- αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
- ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
- τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
- βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
- ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ
- τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
- τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
- Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
- τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·
- Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο,
- ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.
- ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
- μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·
- πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·
- Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
- μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.
- ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·
- ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,
- ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς
- ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.
- αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,
- κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,
- τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας
- ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας
- οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
- ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
- νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·
- οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή
- οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,
- εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
- πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
- σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
- πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,
- ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
- ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
- ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν
- Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
- ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
- ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
- ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.
- αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
- ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
- μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
- Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
- Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·
- οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,
- ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·
- τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
- τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
- ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·
- καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
- οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
- τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
- ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
- δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
- τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
- ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
- τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
- βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
- ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
- αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
- τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
- ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
- μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
- ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
- ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
- Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
- Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
- οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
- μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
- τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
- αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
- ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
- τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
- βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
- ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
- Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
- λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
- Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
- ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.
- τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
- μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
- ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,
- Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·
- Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
- βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·
- ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν
- εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν
- μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
- τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας
- ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.
- ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς
- οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
- Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα
- δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·
- ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
- δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν
- ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.
- οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·
- τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
- ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.
- οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,
- ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·
- ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
- οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ
- γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·
- ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
- τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
- κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.
- Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
- καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
- γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
- οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
- εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους
- παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
- ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·
- τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
- αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
- κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,
- πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
- τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
- σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·
- τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
- ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
- κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
- κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.
- φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
- Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
- Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.