Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
  2. μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
  3. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  4. Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
  5. νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
  6. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  7. ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος
  8. αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν