Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
  2. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  3. ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
  4. μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
  5. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  6. Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
  7. νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
  8. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  9. ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος
  10. αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
  11. κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.