Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα
- καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·
- βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
- καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
- ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
- μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
- αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
- Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
- νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος
- αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
- κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
- ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο
- καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
- ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,
- οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,
- αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,
- ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,
- ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
- ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ
- πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς
- σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.
- σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν
- ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,
- σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
- κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,
- ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
- βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
- ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,
- τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
- εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
- τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
- τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
- Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
- δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
- τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
- κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
- σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
- εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
- υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
- σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
- κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
- τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
- νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
- εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
- οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
- λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
- αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.