Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
  2. εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
  3. ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα
  4. καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·
  5. βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
  6. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  7. ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
  8. μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
  9. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·