Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς
  • αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·
  • καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.
  • ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι