Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη
- καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;
- τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
- τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
- οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς
- αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·
- καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.
- ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι
- ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ
- τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
- ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
- εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
- ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα
- καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·
- βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
- καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
- ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
- μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
- αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
- Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
- νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος
- αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
- κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.