Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
  2. τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ
  3. βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  4. αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
  5. τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο
  6. ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,
  7. αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
  8. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
  9. ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
  10. εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
  11. ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,
  12. ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο