Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  2. ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
  3. καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
  4. αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
  5. καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.
  6. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  7. οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,
  8. μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
  9. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  10. βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
  11. ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ
  12. καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·
  13. βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
  14. αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·
  15. ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
  16. ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
  17. αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
  18. τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ
  19. βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  20. αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
  21. τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο
  22. ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,
  23. αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
  24. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
  25. ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
  26. εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
  27. ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,
  28. ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο
  29. ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.
  30. τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν
  31. ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.
  32. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
  33. ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη
  34. καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;
  35. τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
  36. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  37. οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς
  38. αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·
  39. καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.
  40. ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι
  41. ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ
  42. τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
  43. ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
  44. εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
  45. ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα
  46. καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·
  47. βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
  48. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  49. ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
  50. μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
  51. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  52. Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
  53. νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.