Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
  2. ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
  3. μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι
  4. μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
  5. οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
  6. τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
  7. ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.
  8. ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
  9. βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
  10. αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν
  11. ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·
  12. σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν
  13. μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,
  14. ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
  15. πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·
  16. οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.
  17. νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·
  18. ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων
  19. ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
  20. καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος
  21. κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.
  22. ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα
  23. ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
  24. ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.
  25. τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  26. ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι
  27. δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
  28. δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
  29. αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
  30. οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
  31. οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
  32. νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
  33. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
  34. πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
  35. Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  36. εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
  37. ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
  38. πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.
  39. ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
  40. Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
  41. οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
  42. ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
  43. ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
  44. αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
  45. νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
  46. σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
  47. ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
  48. τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
  49. χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
  50. ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
  51. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  52. Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,
  53. ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,
  54. οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
  55. πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
  56. νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι
  57. ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·
  58. ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
  59. ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
  60. τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·
  61. ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,
  62. ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,
  63. οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας
  64. ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης.
  65. φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
  66. ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν
  67. ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,
  68. ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο·
  69. τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
  70. ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
  71. χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ
  72. σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
  73. ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
  74. ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς
  75. φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
  76. κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε
  77. καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ
  78. θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
  79. λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.
  80. Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
  81. ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,
  82. εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ
  83. Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
  84. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
  85. δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
  86. Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
  87. αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν
  88. ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
  89. φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
  90. βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
  91. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  92. ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
  93. καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
  94. αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
  95. καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.
  96. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  97. οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,
  98. μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
  99. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  100. βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
  101. ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ
  102. καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·
  103. βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
  104. αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·
  105. ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
  106. ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
  107. αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
  108. τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ
  109. βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  110. αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
  111. τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο
  112. ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,
  113. αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
  114. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
  115. ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
  116. εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
  117. ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,
  118. ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο
  119. ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.
  120. τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν
  121. ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.
  122. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
  123. ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη
  124. καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;
  125. τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
  126. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  127. οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς
  128. αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·
  129. καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.
  130. ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι
  131. ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ
  132. τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
  133. ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
  134. εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
  135. ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα
  136. καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·
  137. βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
  138. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  139. ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
  140. μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
  141. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  142. Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
  143. νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
  144. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  145. ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος
  146. αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
  147. κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
  148. ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο
  149. καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
  150. ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
  151. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  152. βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,
  153. οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,
  154. αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
  155. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  156. κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,
  157. ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,
  158. ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
  159. ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ
  160. πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
  161. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  162. ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς
  163. σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.
  164. σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν
  165. ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,
  166. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  167. κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,
  168. ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·
  169. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  170. βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
  171. ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,
  172. τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
  173. εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
  174. τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
  175. τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
  176. Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
  177. δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
  178. τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
  179. κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
  180. σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
  181. εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
  182. υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
  183. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  184. κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
  185. τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
  186. νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
  187. εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
  188. οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
  189. λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
  190. αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
  191. ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
  192. τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
  193. βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
  194. ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ
  195. τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
  196. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
  197. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
  198. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·
  199. Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο,
  200. ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.
  201. ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
  202. μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·
  203. πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·
  204. Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
  205. μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.
  206. ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·
  207. ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,
  208. ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς
  209. ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.
  210. αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,
  211. κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,
  212. τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας
  213. ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας
  214. οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
  215. ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
  216. νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·
  217. οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή
  218. οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,
  219. εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
  220. πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
  221. σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
  222. πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,
  223. ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
  224. ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
  225. ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν
  226. Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
  227. ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
  228. ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
  229. ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.
  230. αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
  231. ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
  232. μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
  233. Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
  234. Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·
  235. οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,
  236. ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·
  237. τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
  238. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
  239. ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·
  240. καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
  241. οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
  242. τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
  243. ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
  244. δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
  245. τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
  246. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
  247. ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
  248. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  249. βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  250. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  251. αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
  252. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  253. ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
  254. μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
  255. ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
  256. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
  257. ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
  258. Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
  259. Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
  260. οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
  261. μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
  262. τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
  263. αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
  264. ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
  265. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  266. βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  267. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  268. Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
  269. λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
  270. Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
  271. ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.
  272. τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
  273. μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
  274. ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,
  275. Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·
  276. Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
  277. βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·
  278. ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν
  279. εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν
  280. μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  281. τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας
  282. ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.
  283. ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς
  284. οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
  285. Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα
  286. δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·
  287. ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
  288. δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν
  289. ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.
  290. οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·
  291. τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
  292. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.
  293. οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,
  294. ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·
  295. ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
  296. οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ
  297. γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·
  298. ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
  299. τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
  300. κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.
  301. Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
  302. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  303. γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  304. οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
  305. εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους
  306. παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
  307. ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·
  308. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
  309. αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
  310. κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·
  311. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  312. εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,
  313. πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
  314. τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
  315. σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·
  316. τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
  317. ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
  318. κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
  319. κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.
  320. φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
  321. Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
  322. Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
  323. ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
  324. ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
  325. ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
  326. ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
  327. Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
  328. ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
  329. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  330. γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
  331. ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
  332. μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
  333. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
  334. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  335. γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  336. αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
  337. πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
  338. αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
  339. παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
  340. ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
  341. καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,
  342. ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
  343. πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
  344. ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
  345. ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
  346. αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
  347. ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
  348. καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
  349. οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
  350. εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
  351. ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
  352. ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
  353. πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
  354. ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
  355. αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.
  356. Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,
  357. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  358. ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ
  359. μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
  360. ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
  361. κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
  362. τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  363. θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
  364. ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
  365. ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
  366. ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
  367. ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
  368. ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
  369. ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
  370. ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
  371. πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
  372. πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν
  373. ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
  374. τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
  375. πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες
  376. κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
  377. δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
  378. κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
  379. τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
  380. ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
  381. δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·
  382. Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
  383. ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.
  384. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  385. κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·
  386. δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν
  387. δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·
  388. ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
  389. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  390. ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
  391. βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.
  392. εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
  393. αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
  394. ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·
  395. πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν
  396. αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·
  397. ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
  398. ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
  399. ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·
  400. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
  401. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  402. ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·
  403. οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.
  404. τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·
  405. οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
  406. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
  407. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
  408. ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
  409. αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.
  410. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  411. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  412. πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
  413. δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
  414. εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
  415. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
  416. οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
  417. Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
  418. σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
  419. ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  420. εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
  421. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  422. μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν
  423. ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
  424. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  425. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  426. αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  427. εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
  428. ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·
  429. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  430. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
  431. αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
  432. δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
  433. μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
  434. θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων
  435. ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,
  436. τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.
  437. ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
  438. αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
  439. πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,
  440. κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,
  441. ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς
  442. αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.
  443. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  444. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
  445. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
  446. λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
  447. ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
  448. αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
  449. δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
  450. μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
  451. εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.
  452. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·
  453. μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
  454. τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν
  455. μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.
  456. ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
  457. κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
  458. ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
  459. ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
  460. ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,
  461. αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,
  462. ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
  463. δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
  464. ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
  465. ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·
  466. τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
  467. τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,
  468. χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
  469. οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
  470. εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·
  471. αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·
  472. οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,
  473. ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν
  474. ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·
  475. πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
  476. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  477. ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
  478. ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,
  479. μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
  480. ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.
  481. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  482. πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.
  483. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,
  484. ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς
  485. εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
  486. γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος
  487. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·
  488. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
  489. αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,
  490. καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους
  491. χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
  492. κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.
  1. γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,
  2. δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·
  3. γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.
  4. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
  5. ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι
  6. ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.
  7. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.
  8. μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον
  9. κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.
  10. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  11. μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
  12. ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,
  13. καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·
  14. οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
  15. τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
  16. ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις
  17. ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;
  18. οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
  19. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  20. ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
  21. εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
  22. ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,
  23. τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
  24. αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
  25. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  26. οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι
  27. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
  28. ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
  29. Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
  30. ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
  31. ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
  32. ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
  33. γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·
  34. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  35. εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,
  36. εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,
  37. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε
  38. μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.
  39. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  40. οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα
  41. κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων
  42. ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,
  43. πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
  44. Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
  45. εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν
  46. ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,
  47. κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.
  48. νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν
  49. ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,
  50. πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.
  51. ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον
  52. ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.
  53. νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·
  54. ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ
  55. καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον
  56. μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.
  57. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  58. μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.
  59. οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
  60. πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·
  61. ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,
  62. ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
  63. ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  64. οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
  65. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
  66. τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς
  67. ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.
  68. τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·
  69. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
  70. ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα
  71. οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.
  72. ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,
  73. οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
  74. τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ
  75. εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
  76. οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
  77. ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
  78. αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.
  79. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  80. μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
  81. δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.
  82. ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι
  83. ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.
  84. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ
  85. ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,
  86. ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
  87. ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
  88. ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,
  89. τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν
  90. ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
  91. ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
  92. ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·
  93. ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
  94. ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.
  95. Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  96. μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
  97. τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν
  98. ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;
  99. οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
  100. ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
  101. ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·
  102. σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.
  103. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  104. τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,
  105. οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι
  106. οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ
  107. ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ
  108. γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν
  109. σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.
  110. ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  111. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  112. Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον
  113. πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
  114. νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  115. τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
  116. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  117. καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
  118. ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
  119. φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
  120. ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι
  121. κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
  122. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  123. αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην
  124. μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι
  125. ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
  126. ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
  127. ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
  128. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  129. τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
  130. πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
  131. δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·
  132. αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
  133. ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
  134. ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
  135. ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·
  136. μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
  137. ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
  138. ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
  139. φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
  140. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
  141. πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
  142. ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
  143. φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
  144. μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
  145. τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
  146. ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
  147. ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·
  148. ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·
  149. σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο
  150. εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
  151. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  152. αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  153. Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  154. ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
  155. αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη
  156. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
  157. οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
  158. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
  159. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  160. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
  161. ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
  162. ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
  163. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
  164. ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·
  165. δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
  166. κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·
  167. οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
  168. ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
  169. ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  170. ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
  171. λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
  172. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  173. δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω
  174. οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα
  175. ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
  176. ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
  177. ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·
  178. ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,
  179. κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
  180. ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς
  181. ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
  182. ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
  183. τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
  184. καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  185. ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
  186. ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,
  187. ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
  188. ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
  189. θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
  190. ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
  191. τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
  192. πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
  193. κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
  194. καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
  195. κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
  196. εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
  197. ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
  198. ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,
  199. δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·
  200. ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
  201. οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
  202. ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
  203. ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
  204. ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  205. σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
  206. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
  207. δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
  208. μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
  209. ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,
  210. οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
  211. ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
  212. αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
  213. οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
  214. αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  215. ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
  216. ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
  217. οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  218. ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
  219. εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
  220. ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
  221. τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
  222. τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
  223. λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
  224. νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας
  225. εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
  226. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
  227. Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  228. ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
  229. πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.
  230. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·
  231. κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
  232. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
  233. ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ
  234. ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
  235. παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
  236. νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
  237. ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·
  238. ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
  239. δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
  240. καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,
  241. εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
  242. νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε
  243. ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους
  244. ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,
  245. Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.
  246. καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
  247. ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων
  248. ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
  249. πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
  250. ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
  251. ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
  252. νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
  253. ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
  254. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
  255. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  256. εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ
  257. σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
  258. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
  259. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
  260. εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
  261. πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
  262. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  263. δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις
  264. εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.
  265. οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς
  266. χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν
  267. ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,
  268. εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
  269. ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
  270. οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,
  271. οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
  272. σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·
  273. ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
  274. φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
  275. καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,
  276. ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
  277. ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
  278. οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας
  279. ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  280. πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
  281. ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ
  282. γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
  283. ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
  284. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  285. εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
  286. ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
  287. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  288. τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
  289. ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
  290. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
  291. γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
  292. τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
  293. ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·
  294. ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
  295. ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
  296. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
  297. παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
  298. αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
  299. τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
  300. τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
  301. ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
  302. ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
  303. οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
  304. ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
  305. αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν
  306. ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,
  307. πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος
  308. πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
  309. ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα
  310. ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·
  311. ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
  312. ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
  313. ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
  314. καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι
  315. ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
  316. πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
  317. ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
  318. οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
  319. πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·
  320. καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,