Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
  2. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  3. νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
  4. ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
  5. θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
  6. κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
  7. ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
  8. κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,