Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
  2. κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
  3. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  4. νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
  5. ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
  6. θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
  7. κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
  8. ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
  9. κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,
  10. μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
  11. ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
  12. οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
  13. οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
  14. καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.
  15. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
  16. νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
  17. ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
  18. ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα
  19. ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.
  20. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  21. ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
  22. μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,
  23. ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·
  24. αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.
  25. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,
  26. οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,
  27. οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·
  28. οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·
  29. καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;
  30. ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου
  31. δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
  32. καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
  33. εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
  34. οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
  35. λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
  36. οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
  37. ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
  38. ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.
  39. πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας
  40. πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
  41. ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,
  42. ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.
  43. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
  44. τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
  45. τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,
  46. νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
  47. καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
  48. ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
  49. τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  50. ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,
  51. ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
  52. ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
  53. ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,
  54. τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.
  55. ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
  56. κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
  57. αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
  58. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  59. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  60. ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,
  61. ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.
  62. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  63. Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
  64. ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
  65. ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
  66. ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
  67. ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
  68. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
  69. οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
  70. ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
  71. ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
  72. πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
  73. θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι
  74. τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ
  75. ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
  76. νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
  77. γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
  78. αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
  79. ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
  80. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  81. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  82. ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
  83. κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
  84. αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
  85. ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  86. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  87. Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
  88. δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—
  89. εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
  90. θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
  91. οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
  92. οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·
  93. ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
  94. ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·
  95. ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,
  96. πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,
  97. ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
  98. ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,
  99. τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
  100. ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
  101. πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,
  102. ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
  103. τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο
  104. ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
  105. Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
  106. ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  107. τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω
  108. βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
  109. ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
  110. ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
  111. φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
  112. βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
  113. ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
  114. ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
  115. ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
  116. ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;
  117. εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.
  118. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
  119. Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
  120. ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
  121. γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
  122. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
  123. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  124. αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,
  125. ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  126. ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
  127. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  128. γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
  129. οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
  130. εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
  131. σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
  132. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  133. ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
  134. οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
  135. Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
  136. εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
  137. ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
  138. οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
  139. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
  140. ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
  141. τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,
  142. κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
  143. καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
  144. ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
  145. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  146. εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
  147. παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
  148. ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
  149. ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,
  150. πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·
  151. ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,
  152. οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
  153. ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον
  154. ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ
  155. κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
  156. ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
  157. ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
  158. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  159. σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς
  160. κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.
  161. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·
  162. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·
  163. ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
  164. Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
  165. θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς
  166. ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·
  167. ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  168. ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·
  169. οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·
  170. εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ
  171. ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·
  172. ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
  173. ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι
  174. τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
  175. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  176. Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.
  177. νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
  178. ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι
  179. κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας
  180. ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,
  181. ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  182. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
  183. ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·
  184. ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,
  185. αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,
  186. ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ
  187. τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
  188. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  189. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  190. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  191. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
  192. οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,