Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην
  2. μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
  3. ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
  4. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.
  5. θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
  6. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  7. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  8. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  9. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
  10. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  11. ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,
  12. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
  13. δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
  14. κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
  15. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  16. νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
  17. ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
  18. θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
  19. κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
  20. ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
  21. κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,
  22. μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
  23. ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.