Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην
- μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
- ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
- ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.
- θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
- ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
- καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
- τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
- κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
- τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
- ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,
- τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
- δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
- κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
- Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
- ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
- θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
- κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
- ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
- κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,
- μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
- ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
- οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
- οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
- καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.
- ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
- νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
- ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
- ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα
- ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.
- τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
- ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
- μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,
- ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·
- αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.
- ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,
- οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,
- οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·
- οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·
- καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;
- ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου
- δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
- καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
- εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
- οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
- λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
- οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
- ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
- ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.
- πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας
- πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
- ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,
- ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
- τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
- τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,
- νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
- καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
- ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
- τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
- ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,
- ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
- ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
- ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,
- τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.
- ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
- κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
- αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
- ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
- τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
- ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,
- ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.
- ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
- Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
- ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
- ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
- ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
- ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
- οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
- ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
- ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
- πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
- θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι
- τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ
- ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
- νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
- γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
- αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
- ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
- μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
- γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
- ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
- κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
- αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
- ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
- Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
- δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—
- εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
- θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
- οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
- οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·
- ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
- ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·
- ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,
- πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,
- ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
- ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,
- τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
- ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
- πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,
- ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
- τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο
- ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
- Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
- ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
- τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω
- βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
- ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
- ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
- φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
- βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
- ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
- ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
- ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
- ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;
- εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.
- τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
- Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
- ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
- γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
- ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
- νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
- αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,
- ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
- ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
- ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
- γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
- οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
- εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
- σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
- εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
- ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
- οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
- Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
- εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
- ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
- οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
- Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
- ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
- τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,
- κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
- καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
- ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
- καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
- εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
- παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
- ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
- ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,
- πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·
- ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,
- οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
- ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον
- ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ
- κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
- ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
- ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
- προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
- σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς
- κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.
- ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·
- ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·