Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ
  2. καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.
  3. βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν
  4. ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,
  5. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.
  6. ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη
  7. ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,
  8. δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας