Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
  2. τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
  3. ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.
  4. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος