Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  2. βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
  3. τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
  4. ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.