Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
  2. ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
  3. αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
  4. ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,
  5. κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.
  6. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,