Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα
  2. πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.
  3. ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ
  4. ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
  5. ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
  6. αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.