Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας
  2. ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος
  3. βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα
  4. πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.
  5. ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ
  6. ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
  7. ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
  8. αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
  9. ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,
  10. κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.
  11. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,