Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι
  2. μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.
  3. ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ
  4. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  5. ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ
  6. πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.
  1. αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
  2. ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην
  3. ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
  4. αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·