Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
  2. τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,
  3. αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν
  4. ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων
  5. πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε
  6. ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·
  7. Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει
  8. ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον
  9. δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,