Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
  2. ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
  3. ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
  4. ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
  5. δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·
  6. ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.