Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
  2. ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
  3. ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
  4. ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
  5. ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
  6. δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·
  7. ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
  8. μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς
  9. ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·
  10. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  11. ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·