Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,
  2. αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
  3. ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
  4. ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
  5. ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
  6. ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.