Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  2. ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
  3. ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
  4. ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
  5. νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.