Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
  2. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
  3. εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
  4. πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
  5. μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
  6. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  7. ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
  8. ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
  9. ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ