Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
  2. βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
  3. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
  4. εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
  5. πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
  6. μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
  7. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  8. ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
  9. ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
  10. ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
  11. νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.