Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
  2. κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
  3. βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
  4. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
  5. εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
  6. πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
  7. μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
  8. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  9. ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
  10. ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται