Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  2. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  3. σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
  4. κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
  5. κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
  6. βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
  7. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
  8. εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
  9. πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
  10. μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
  11. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  12. ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·