Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  2. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  3. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  4. σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
  5. κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
  6. κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
  7. βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
  8. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
  9. εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
  10. πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
  11. μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
  12. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  13. ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
  14. ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
  15. ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
  16. νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
  17. ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·
  18. αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
  19. ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
  20. ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,
  21. αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
  22. ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
  23. ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
  24. ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
  25. ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
  26. δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·
  27. ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
  28. μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς
  29. ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·
  30. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  31. ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·
  32. εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ
  33. γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
  34. κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
  35. τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,
  36. αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν
  37. ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων
  38. πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε
  39. ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·
  40. Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει
  41. ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον
  42. δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,
  43. οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.
  44. νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι
  45. ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι
  46. μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.
  47. ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ
  48. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  49. ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ
  50. πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.
  1. αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
  2. ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην
  3. ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
  4. αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
  5. οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·
  6. νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,
  7. εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.
  8. ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
  9. ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
  10. χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
  11. ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
  12. μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι
  13. μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
  14. οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
  15. τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
  16. ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.
  17. ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
  18. βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
  19. αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν
  20. ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·
  21. σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν
  22. μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,
  23. ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
  24. πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·
  25. οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.
  26. νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·
  27. ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων
  28. ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
  29. καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος
  30. κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.
  31. ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα
  32. ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
  33. ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.
  34. τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  35. ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι
  36. δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
  37. δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
  38. αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
  39. οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
  40. οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
  41. νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
  42. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
  43. πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
  44. Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  45. εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
  46. ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
  47. πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.
  48. ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
  49. Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
  50. οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
  51. ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
  52. ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
  53. αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
  54. νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
  55. σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
  56. ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
  57. τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
  58. χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
  59. ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
  60. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  61. Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,
  62. ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,
  63. οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
  64. πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
  65. νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι
  66. ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·
  67. ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
  68. ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
  69. τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·
  70. ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,
  71. ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,
  72. οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας
  73. ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης.
  74. φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
  75. ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν
  76. ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,
  77. ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο·
  78. τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
  79. ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
  80. χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ
  81. σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
  82. ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,