Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
  2. ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
  3. ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
  4. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  5. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  6. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  7. σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
  8. κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
  9. κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
  10. βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
  11. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
  12. εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
  13. πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
  14. μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
  15. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  16. ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
  17. ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
  18. ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
  19. νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
  20. ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·
  21. αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
  22. ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
  23. ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,
  24. αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
  25. ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
  26. ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
  27. ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
  28. ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.