Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  2. Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,
  3. κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
  4. ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
  5. ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
  6. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  7. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  8. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  9. σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
  10. κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
  11. κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
  12. βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
  13. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
  14. εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
  15. πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
  16. μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
  17. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  18. ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
  19. ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
  20. ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
  21. νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
  22. ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·
  23. αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
  24. ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
  25. ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,
  26. αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
  27. ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
  28. ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
  29. ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
  30. ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
  31. δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·
  32. ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
  33. μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς
  34. ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·
  35. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  36. ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·
  37. εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ
  38. γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
  39. κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
  40. τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,
  41. αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν
  42. ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων
  43. πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε
  44. ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·
  45. Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει
  46. ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον
  47. δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,
  48. οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.
  49. νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι
  50. ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι
  51. μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.
  52. ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ
  53. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  54. ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ
  55. πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.
  1. αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
  2. ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην
  3. ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
  4. αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
  5. οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·
  6. νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,
  7. εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.
  8. ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
  9. ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
  10. χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
  11. ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
  12. μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι
  13. μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
  14. οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
  15. τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
  16. ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.
  17. ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
  18. βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
  19. αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν
  20. ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·
  21. σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν
  22. μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,
  23. ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
  24. πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·
  25. οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.
  26. νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·
  27. ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων
  28. ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
  29. καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος
  30. κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.
  31. ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα
  32. ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
  33. ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.
  34. τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  35. ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι
  36. δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
  37. δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
  38. αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
  39. οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
  40. οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
  41. νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
  42. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
  43. πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
  44. Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  45. εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
  46. ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
  47. πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.
  48. ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
  49. Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
  50. οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
  51. ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
  52. ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
  53. αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
  54. νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
  55. σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
  56. ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
  57. τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
  58. χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
  59. ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
  60. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  61. Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,
  62. ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,
  63. οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
  64. πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
  65. νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι
  66. ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·
  67. ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
  68. ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
  69. τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·
  70. ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,
  71. ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,
  72. οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας
  73. ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης.
  74. φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
  75. ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν
  76. ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,
  77. ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο·
  78. τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
  79. ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
  80. χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ
  81. σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
  82. ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
  83. ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς
  84. φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
  85. κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε
  86. καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ
  87. θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
  88. λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.
  89. Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
  90. ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,
  91. εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ
  92. Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
  93. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
  94. δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
  95. Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
  96. αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν
  97. ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
  98. φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
  99. βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
  100. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  101. ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
  102. καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
  103. αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
  104. καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.
  105. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  106. οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,
  107. μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
  108. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  109. βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
  110. ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ
  111. καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·
  112. βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
  113. αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·
  114. ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
  115. ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
  116. αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
  117. τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ
  118. βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  119. αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
  120. τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο
  121. ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,
  122. αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
  123. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
  124. ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
  125. εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
  126. ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,
  127. ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο
  128. ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.
  129. τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν
  130. ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.
  131. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
  132. ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη
  133. καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;
  134. τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
  135. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  136. οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς
  137. αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·
  138. καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.
  139. ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι
  140. ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ
  141. τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
  142. ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
  143. εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
  144. ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα
  145. καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·
  146. βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
  147. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  148. ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
  149. μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
  150. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  151. Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
  152. νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
  153. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  154. ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος
  155. αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
  156. κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
  157. ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο
  158. καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
  159. ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
  160. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  161. βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,
  162. οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,
  163. αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
  164. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  165. κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,
  166. ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,
  167. ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
  168. ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ
  169. πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
  170. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  171. ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς
  172. σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.
  173. σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν
  174. ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,
  175. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  176. κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,
  177. ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·
  178. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  179. βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
  180. ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,
  181. τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
  182. εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
  183. τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
  184. τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
  185. Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
  186. δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
  187. τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
  188. κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
  189. σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
  190. εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
  191. υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
  192. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  193. κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
  194. τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
  195. νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
  196. εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
  197. οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
  198. λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
  199. αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
  200. ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
  201. τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
  202. βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
  203. ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ
  204. τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
  205. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
  206. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
  207. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·
  208. Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο,
  209. ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.
  210. ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
  211. μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·
  212. πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·
  213. Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
  214. μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.
  215. ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·
  216. ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,
  217. ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς
  218. ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.
  219. αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,
  220. κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,
  221. τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας
  222. ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας
  223. οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
  224. ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
  225. νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·
  226. οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή
  227. οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,
  228. εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
  229. πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
  230. σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
  231. πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,